Pope 9.398-419

Maria Curley /
  • Created on 2024-06-11 17:07:15
  • Modified on 2024-07-20 02:55:43
  • Translated by Alexander Pope (1725)
  • Aligned by Maria Curley
Ἑλληνική Transliterate
English
τὸν μὲν ἔπειτʼ ἔρριψεν ἀπὸ ἕο χερσὶν ἀλύων ,
αὐτὰρ Κύκλωπας μεγάλʼ ἤπυεν , οἵ ῥά μιν ἀμφὶς
ᾤκεον ἐν σπήεσσι διʼ ἄκριας ἠνεμοέσσας .
οἱ δὲ βοῆς ἀίοντες ἐφοίτων ἄλλοθεν ἄλλος ,
ἱστάμενοι δʼ εἴροντο περὶ σπέος ὅττι κήδοι ·
τίπτε τόσον , Πολύφημʼ , ἀρημένος ὧδʼ ἐβόησας
νύκτα διʼ ἀμβροσίην καὶ ἀύπνους ἄμμε τίθησθα ;
μή τίς σευ μῆλα βροτῶν ἀέκοντος ἐλαύνει ;
μή τίς σʼ αὐτὸν κτείνει δόλῳ ἠὲ βίηφιν ;
τοὺς δʼ αὖτʼ ἐξ ἄντρου προσέφη κρατερὸς Πολύφημος ·
φίλοι , Οὖτίς με κτείνει δόλῳ οὐδὲ βίηφιν .
οἱ δʼ ἀπαμειβόμενοι ἔπεα πτερόεντʼ ἀγόρευον ·
εἰ μὲν δὴ μή τίς σε βιάζεται οἶον ἐόντα ,
νοῦσον γʼ οὔ πως ἔστι Διὸς μεγάλου ἀλέασθαι ,
ἀλλὰ σύ γʼ εὔχεο πατρὶ Ποσειδάωνι ἄνακτι .
ὣς ἄρʼ ἔφαν ἀπιόντες , ἐμὸν δʼ ἐγέλασσε φίλον κῆρ ,
ὡς ὄνομʼ ἐξαπάτησεν ἐμὸν καὶ μῆτις ἀμύμων .
Κύκλωψ δὲ στενάχων τε καὶ ὠδίνων ὀδύνῃσι
χερσὶ ψηλαφόων ἀπὸ μὲν λίθον εἷλε θυράων ,
αὐτὸς δʼ εἰνὶ θύρῃσι καθέζετο χεῖρε πετάσσας ,
εἴ τινά που μετʼ ὄεσσι λάβοι στείχοντα θύραζε ·
οὕτω γάρ πού μʼ ἤλπετʼ ἐνὶ φρεσὶ νήπιον εἶναι .

( 70 ) 36% GRC
( 122 ) 64% GRC - ENG

( 132 ) 48% GRC - ENG
( 144 ) 52% ENG