Hdt 3.64

Jordan Sumberg /
  • Created on 2025-12-02 05:09:16
  • Modified on 2025-12-02 05:42:15
  • Aligned by Jordan Sumberg
Ἑλληνική Transliterate
English
Herodotus Histories 3.64
Hdt Histories 3.64
ἐνθαῦτα ἀκούσαντα Καμβύσεα τὸ Σμέρδιος οὔνομα ἔτυψε ἀληθείη τῶν τε λόγων καὶ τοῦ ἐνυπνίου · ὃς ἐδόκεε ἐν τῷ ὕπνῳ ἀπαγγεῖλαι τινά οἱ ὡς Σμέρδις ἱζόμενος ἐς τὸν βασιλήιον θρόνον ψαύσειε τῇ κεφαλῇ τοῦ οὐρανοῦ . μαθὼν δὲ ὡς μάτην ἀπολωλεκὼς εἴη τὸν ἀδελφεόν , ἀπέκλαιε Σμέρδιν · ἀποκλαύσας δὲ καὶ περιημεκτήσας τῇ ἁπάσῃ συμφορῇ ἀναθρώσκει ἐπὶ τὸν ἵππον , ἐν νόῳ ἔχων τὴν ταχίστην ἐς Σοῦσα στρατεύεσθαι ἐπὶ τὸν Μάγον . καί οἱ ἀναθρώσκοντι ἐπὶ τὸν ἵππον τοῦ κολεοῦ τοῦ ξίφεος μύκης ἀποπίπτει , γυμνωθὲν δὲ τὸ ξίφος παίει τὸν μηρόν · τρωματισθεὶς δὲ κατὰ τοῦτο τῇ αὐτὸς πρότερον τὸν τῶν Αἰγυπτίων θεὸν Ἆπιν ἔπληξε , ὥς οἱ καιρίῃ ἔδοξε τετύφθαι , εἴρετο Καμβύσης τι τῇ πόλι οὔνομα εἴη · οἱ δὲ εἶπαν ὅτι Ἀγβάτανα . τῷ δὲ ἔτι πρότερον ἐκέχρηστο ἐκ Βουτοῦς πόλιος ἐν Ἀγβατάνοισι τελευτήσειν τὸν βίον . μὲν δὴ ἐν τοῖσι Μηδικοῖσι Ἀγβατάνοισι ἐδόκεε τελευτήσειν γηραιός , ἐν τοῖσί οἱ ἦν τὰ πάντα πρήγματα · τὸ δὲ χρηστήριον ἐν τοῖσι ἐν Συρίῃ Ἀγβατάνοισι ἔλεγε ἄρα . καὶ δὴ ὡς τότε ἐπειρόμενος ἐπύθετο τῆς πόλιος τὸ οὔνομα , ὑπὸ τῆς συμφορῆς τῆς τε ἐκ τοῦ Μάγου ἐκπεπληγμένος καὶ τοῦ τρώματος ἐσωφρόνησε , συλλαβὼν δὲ τὸ θεοπρόπιον εἶπε · " ἐνθαῦτα Καμβύσεα τὸν Κύρου ἐστὶ πεπρωμένον τελευτᾶν . "

( 27 ) 13% GRC
( 189 ) 87% GRC - ENG

( 227 ) 84% GRC - ENG
( 43 ) 16% ENG