Lombardo 9.480-499

Maria Curley /
  • Created on 2024-07-16 17:55:51
  • Modified on 2024-08-01 03:12:47
  • Translated by Stanley Lombardo (2000)
  • Aligned by Maria Curley
Ἑλληνική Transliterate
English
ὣς ἐφάμην , δʼ ἔπειτα χολώσατο κηρόθι μᾶλλον ,
ἧκε δʼ ἀπορρήξας κορυφὴν ὄρεος μεγάλοιο ,
κὰδ δʼ ἔβαλε προπάροιθε νεὸς κυανοπρῴροιο
τυτθόν , ἐδεύησεν δʼ οἰήιον ἄκρον ἱκέσθαι ,
ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης ·
τὴν δʼ αἶψʼ ἤπειρόνδε παλιρρόθιον φέρε κῦμα ,
πλημυρὶς ἐκ πόντοιο , θέμωσε δὲ χέρσον ἱκέσθαι .
αὐτὰρ ἐγὼ χείρεσσι λαβὼν περιμήκεα κοντὸν
ὦσα παρέξ , ἑτάροισι δʼ ἐποτρύνας ἐκέλευσα
ἐμβαλέειν κώπῃς , ἵνʼ ὑπὲκ κακότητα φύγοιμεν ,
κρατὶ κατανεύων · οἱ δὲ προπεσόντες ἔρεσσον .
ἀλλʼ ὅτε δὴ δὶς τόσσον ἅλα πρήσσοντες ἀπῆμεν ,
καὶ τότε δὴ Κύκλωπα προσηύδων · ἀμφὶ δʼ ἑταῖροι
μειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος ·
σχέτλιε , τίπτʼ ἐθέλεις ἐρεθιζέμεν ἄγριον ἄνδρα ;
ὃς καὶ νῦν πόντονδε βαλὼν βέλος ἤγαγε νῆα
αὖτις ἐς ἤπειρον , καὶ δὴ φάμεν αὐτόθʼ ὀλέσθαι .
εἰ δὲ φθεγξαμένου τευ αὐδήσαντος ἄκουσε ,
σύν κεν ἄραξʼ ἡμέων κεφαλὰς καὶ νήια δοῦρα
μαρμάρῳ ὀκριόεντι βαλών · τόσσον γὰρ ἵησιν .

( 74 ) 47% GRC
( 84 ) 53% GRC - ENG

( 106 ) 57% GRC - ENG
( 81 ) 43% ENG