Esiodo, Teogonia, Proemio/1

cristiana caserta /
Ἑλληνική Transliterate
italiano
http://www.poesialatina.it/_ns/Greek/testi/Hesiodus/Theogonia.htm
Μουσάων Ἑλικωνιάδων ἀρχώμεθ ' ἀείδειν ,
αἵ θ ' Ἑλικῶνος ἔχουσιν ὄρος μέγα τε ζάθεόν τε ,
καί τε περὶ κρήνην ἰοειδέα πόσσ ' ἁπαλοῖσιν
ὀρχεῦνται καὶ βωμὸν ἐρισθενέος Κρονίωνος ·
   5 καί τε λοεσσάμεναι τέρενα χρόα Περμησσοῖο
' Ἵππου κρήνης ' Ὀλμειοῦ ζαθέοιο
ἀκροτάτῳ Ἑλικῶνι χοροὺς ἐνεποιήσαντο ,
καλοὺς ἱμερόεντας , ἐπερρώσαντο δὲ ποσσίν .
ἔνθεν ἀπορνύμεναι κεκαλυμμέναι ἠέρι πολλῷ
  10 ἐννύχιαι στεῖχον περικαλλέα ὄσσαν ἱεῖσαι ,
ὑμνεῦσαι Δία τ ' αἰγίοχον καὶ πότνιαν Ἥρην
Ἀργείην , χρυσέοισι πεδίλοις ἐμβεβαυῖαν ,
κούρην τ ' αἰγιόχοιο Διὸς γλαυκῶπιν Ἀθήνην
Φοῖβόν τ ' Ἀπόλλωνα καὶ Ἄρτεμιν ἰοχέαιραν
  15 ἠδὲ Ποσειδάωνα γαιήοχον ἐννοσίγαιον
καὶ Θέμιν αἰδοίην ἑλικοβλέφαρόν τ ' Ἀφροδίτην
Ἥβην τε χρυσοστέφανον καλήν τε Διώνην
Λητώ τ ' Ἰαπετόν τε ἰδὲ Κρόνον ἀγκυλομήτην
Ἠῶ τ ' Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην
  20 Γαῖάν τ ' Ὠκεανόν τε μέγαν καὶ Νύκτα μέλαιναν
ἄλλων τ ' ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων .

( 36 ) 24% GRC
( 116 ) 76% GRC - ITA

( 155 ) 90% GRC - ITA
( 17 ) 10% ITA