Katherine Woods

Kings College London

Herodotus: cinnamon bird - practice

Katherine Woods /
Ἑλληνική Transliterate
English
τὸ δὲ δὴ κινάμωμον ἔτι τούτων θωμαστότερον συλλέγουσι . ὅκου μὲν γὰρ γίνεται καὶ ἥτις μιν γῆ τρέφουσα ἐστί , οὐκ ἔχουσι εἰπεῖν , πλὴν ὅτι λόγῳ οἰκότι χρεώμενοι ἐν τοῖσιδε χωρίοισι φασὶ τινὲς αὐτὸ φύεσθαι ἐν τοῖσι Διόνυσος ἐτράφη : ὄρνιθας δὲ λέγουσι μεγάλας φορέειν ταῦτα τὰ κάρφεα τὰ ἡμεῖς ἀπὸ Φοινίκων μαθόντες κινάμωμον καλέομεν , φορέειν δὲ τὰς ὄρνιθας ἐς νεοσσιὰς προσπεπλασμένας ἐκ πηλοῦ πρὸς ἀποκρήμνοισι ὄρεσι , ἔνθα πρόσβασιν ἀνθρώπῳ οὐδεμίαν εἶναι . πρὸς ὦν δὴ ταῦτα τοὺς Ἀραβίους σοφίζεσθαι τάδε : βοῶν τε καὶ ὄνων τῶν ἀπογινομένων καὶ τῶν ἄλλων ὑποζυγίων τὰ μέλεα διαταμόντας ὡς μέγιστα κομίζειν ἐς ταῦτα τὰ χωρία , καί σφεα θέντας ἀγχοῦ τῶν νεοσσιέων ἀπαλλάσσεσθαι ἑκὰς αὐτέων : τὰς δὲ ὄρνιθας καταπετομένας1 τὰ μέλεα τῶν ὑποζυγίων ἀναφορέειν ἐπὶ τὰς νεοσσιάς , τὰς δὲ οὐ δυναμένας ἴσχειν καταρρήγνυσθαι ἐπὶ γῆν , τοὺς δὲ ἐπιόντας συλλέγειν . οὕτω μὲν τὸ κινάμωμον συλλεγόμενον ἐκ τούτων ἀπικνέεσθαι ἐς τὰς ἄλλας χώρας .

( 158 ) 100% GRC
( 0 ) 0% GRC - ENG

( 0 ) 0% GRC - ENG
( 194 ) 100% ENG