Clifford Robinson / Herodotus 1.1

University of the Sciences

Alignment of Godley's Translation and Herodotus' Greek text.

Alignment of Godley and Herodotus 1.1

Clifford Robinson / Herodotus 1.1
  • Created on 2021-07-30 01:55:25
  • Modified on 2021-07-30 15:52:09
  • Translated by Godley
  • Aligned by Clifford Robinson
Ἑλληνική Transliterate
English
Ἡροδότου Ἁλικαρνησσέος ἱστορίης ἀπόδεξις ἥδε , ὡς μήτε τὰ γενόμενα ἐξ ἀνθρώπων τῷ χρόνῳ ἐξίτηλα γένηται , μήτε ἔργα μεγάλα τε καὶ θωμαστά , τὰ μὲν Ἕλλησι τὰ δὲ βαρβάροισι ἀποδεχθέντα , ἀκλεᾶ γένηται , τά τε ἄλλα καὶ διʼ ἣν αἰτίην ἐπολέμησαν ἀλλήλοισι . Περσέων μέν νυν οἱ λόγιοι Φοίνικας αἰτίους φασὶ γενέσθαι τῆς διαφορῆς . τούτους γὰρ ἀπὸ τῆς Ἐρυθρῆς καλεομένης θαλάσσης ἀπικομένους ἐπὶ τήνδε τὴν θάλασσαν , καὶ οἰκήσαντας τοῦτον τὸν χῶρον τὸν καὶ νῦν οἰκέουσι , αὐτίκα ναυτιλίῃσι μακρῇσι ἐπιθέσθαι , ἀπαγινέοντας δὲ φορτία Αἰγύπτιά τε καὶ Ἀσσύρια τῇ τε ἄλλῃ ἐσαπικνέεσθαι καὶ δὴ καὶ ἐς Ἄργος . τὸ δὲ Ἄργος τοῦτον τὸν χρόνον προεῖχε ἅπασι τῶν ἐν τῇ νῦν Ἑλλάδι καλεομένῃ χωρῇ . ἀπικομένους δὲ τούς Φοίνικας ἐς δὴ τὸ Ἄργος τοῦτο διατίθεσθαι τὸν φόρτον . πέμπτῃ δὲ ἕκτῃ ἡμέρῃ ἀπʼ ἧς ἀπίκοντο , ἐξεμπολημένων σφι σχεδόν πάντων , ἐλθεῖν ἐπὶ τὴν θάλασσαν γυναῖκας ἄλλας τε πολλάς καὶ δὴ καὶ τοῦ βασιλέος θυγατέρα · τὸ δέ οἱ οὔνομα εἶναι , κατὰ τὠυτὸ τὸ καὶ Ἕλληνές λέγουσι , Ἰοῦν τὴν Ἰνάχου · ταύτας στάσας κατά πρύμνην τῆς νεὸς ὠνέεσθαι τῶν φορτίων τῶν σφι ἦν θυμός μάλιστα · καὶ τοὺς Φοίνικας διακελευσαμένους ὁρμῆσαι ἐπʼ αὐτάς . τὰς μὲν δὴ πλεῦνας τῶν γυναικῶν ἀποφυγεῖν , τὴν δὲ Ἰοῦν σὺν ἄλλῃσι ἁρπασθῆναι . ἐσβαλομένους δὲ ἐς τὴν νέα οἴχεσθαι ἀποπλέοντας ἐπʼ Αἰγύπτου .

( 51 ) 23% GRC
( 174 ) 77% GRC - ENG

( 200 ) 76% GRC - ENG
( 63 ) 24% ENG

Herodotus 1.1 (second attempt)

Clifford Robinson / Herodotus 1.1
  • Created on 2021-10-07 16:47:50
  • Modified on 2021-10-16 22:41:37
  • Translated by Godley
  • Aligned by Clifford Robinson
For this alignment I have used the provided guidelines.
Ἑλληνική Transliterate
English
Ἡροδότου Ἁλικαρνησσέος ἱστορίης ἀπόδεξις ἥδε , ὡς μήτε τὰ γενόμενα ἐξ ἀνθρώπων τῷ χρόνῳ ἐξίτηλα γένηται , μήτε ἔργα μεγάλα τε καὶ θωμαστά , τὰ μὲν Ἕλλησι τὰ δὲ βαρβάροισι ἀποδεχθέντα , ἀκλεᾶ γένηται , τά τε ἄλλα καὶ διʼ ἣν αἰτίην ἐπολέμησαν ἀλλήλοισι . Περσέων μέν νυν οἱ λόγιοι Φοίνικας αἰτίους φασὶ γενέσθαι τῆς διαφορῆς . τούτους γὰρ ἀπὸ τῆς Ἐρυθρῆς καλεομένης θαλάσσης ἀπικομένους ἐπὶ τήνδε τὴν θάλασσαν , καὶ οἰκήσαντας τοῦτον τὸν χῶρον τὸν καὶ νῦν οἰκέουσι , αὐτίκα ναυτιλίῃσι μακρῇσι ἐπιθέσθαι , ἀπαγινέοντας δὲ φορτία Αἰγύπτιά τε καὶ Ἀσσύρια τῇ τε ἄλλῃ ἐσαπικνέεσθαι καὶ δὴ καὶ ἐς Ἄργος . τὸ δὲ Ἄργος τοῦτον τὸν χρόνον προεῖχε ἅπασι τῶν ἐν τῇ νῦν Ἑλλάδι καλεομένῃ χωρῇ . ἀπικομένους δὲ τούς Φοίνικας ἐς δὴ τὸ Ἄργος τοῦτο διατίθεσθαι τὸν φόρτον . πέμπτῃ δὲ ἕκτῃ ἡμέρῃ ἀπʼ ἧς ἀπίκοντο , ἐξεμπολημένων σφι σχεδόν πάντων , ἐλθεῖν ἐπὶ τὴν θάλασσαν γυναῖκας ἄλλας τε πολλάς καὶ δὴ καὶ τοῦ βασιλέος θυγατέρα · τὸ δέ οἱ οὔνομα εἶναι , κατὰ τὠυτὸ τὸ καὶ Ἕλληνές λέγουσι , Ἰοῦν τὴν Ἰνάχου · ταύτας στάσας κατά πρύμνην τῆς νεὸς ὠνέεσθαι τῶν φορτίων τῶν σφι ἦν θυμός μάλιστα · καὶ τοὺς Φοίνικας διακελευσαμένους ὁρμῆσαι ἐπʼ αὐτάς . τὰς μὲν δὴ πλεῦνας τῶν γυναικῶν ἀποφυγεῖν , τὴν δὲ Ἰοῦν σὺν ἄλλῃσι ἁρπασθῆναι . ἐσβαλομένους δὲ ἐς τὴν νέα οἴχεσθαι ἀποπλέοντας ἐπʼ Αἰγύπτου .

( 82 ) 36% GRC
( 143 ) 64% GRC - ENG

( 170 ) 65% GRC - ENG
( 93 ) 35% ENG