Iliad book 1 line 1-32

Joyce Yang /
  • Created on 2022-05-14 06:18:05
  • Aligned by Joyce Yang
Ἑλληνική Transliterate
English
μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος
οὐλομένην , μυρί᾽ Ἀχαιοῖς ἄλγε᾽ ἔθηκε ,
πολλὰς δ᾽ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν
ἡρώων , αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν
5οἰωνοῖσί τε πᾶσι , Διὸς δ᾽ ἐτελείετο βουλή ,
ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε
Ἀτρεΐδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς .
τίς τ᾽ ἄρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι ;
Λητοῦς καὶ Διὸς υἱός : γὰρ βασιλῆϊ χολωθεὶς
10νοῦσον ἀνὰ στρατὸν ὄρσε κακήν , ὀλέκοντο δὲ λαοί ,
οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα
Ἀτρεΐδης : γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν
λυσόμενός τε θύγατρα φέρων τ᾽ ἀπερείσι᾽ ἄποινα ,
στέμματ᾽ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος
15χρυσέῳ ἀνὰ σκήπτρῳ , καὶ λίσσετο πάντας Ἀχαιούς ,
Ἀτρεΐδα δὲ μάλιστα δύω , κοσμήτορε λαῶν :
Ἀτρεΐδαι τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί ,
ὑμῖν μὲν θεοὶ δοῖεν Ὀλύμπια δώματ᾽ ἔχοντες
ἐκπέρσαι Πριάμοιο πόλιν , εὖ δ᾽ οἴκαδ᾽ ἱκέσθαι :
20παῖδα δ᾽ ἐμοὶ λύσαιτε φίλην , τὰ δ᾽ ἄποινα δέχεσθαι ,
ἁζόμενοι Διὸς υἱὸν ἑκηβόλον Ἀπόλλωνα .
ἔνθ᾽ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ
αἰδεῖσθαί θ᾽ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα :
ἀλλ᾽ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ ,
25ἀλλὰ κακῶς ἀφίει , κρατερὸν δ᾽ ἐπὶ μῦθον ἔτελλε :
μή σε γέρον κοίλῃσιν ἐγὼ παρὰ νηυσὶ κιχείω
νῦν δηθύνοντ᾽ ὕστερον αὖτις ἰόντα ,
μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο :
τὴν δ᾽ ἐγὼ οὐ λύσω : πρίν μιν καὶ γῆρας ἔπεισιν
30ἡμετέρῳ ἐνὶ οἴκῳ ἐν Ἄργεϊ τηλόθι πάτρης
ἱστὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιόωσαν :
ἀλλ᾽ ἴθι μή μ᾽ ἐρέθιζε σαώτερος ὥς κε νέηαι .

( 251 ) 98% GRC
( 4 ) 2% GRC - ENG

( 4 ) 2% GRC - ENG
( 252 ) 98% ENG