Audric / Poroi Perseus

Universität Basel

poroi 6

Audric / Poroi Perseus
  • Created on 2021-03-10 10:11:35
  • Modified on 2021-04-02 12:16:26
  • Aligned by Audric
Ἑλληνική Transliterate
English
ἀλλ᾽ εἴ γε μὴν τῶν εἰρημένων ἀδύνατον μὲν μηδέν ἐστι μηδὲ χαλεπόν , πραττομένων δὲ αὐτῶν προσφιλέστεροι μὲν τοῖς Ἕλλησι γενησόμεθα , ἀσφαλέστερον δὲ οἰκήσομεν , εὐκλεέστεροι δὲ ἐσόμεθα , καὶ μὲν δῆμος τροφῆς εὐπορήσει , οἱ δὲ πλούσιοι τῆς εἰς τὸν πόλεμον δαπάνης ἀπαλλαγήσονται , περιουσίας δὲ πολλῆς γενομένης μεγαλοπρεπέστερον μὲν ἔτι νῦν ἑορτὰς ἄξομεν , ἱερὰ δ᾽ ἐπισκευάσομεν , τείχη δὲ καὶ νεώρια ἀνορθώσομεν , ἱερεῦσι δὲ καὶ βουλῇ καὶ ἀρχαῖς καὶ ἱππεῦσι τὰ πάτρια ἀποδώσομεν , πῶς οὐκ ἄξιον ὡς τάχιστα τούτοις ἐγχειρεῖν , ἵνα ἔτι ἐφ᾽ ἡμῶν ἐπίδωμεν τὴν πόλιν μετ᾽ ἀσφαλείας εὐδαιμονοῦσαν ; [ 2 ] εἴ γε μὴν ταῦτα δόξειεν ὑμῖν πράττειν , συμβουλεύσαιμ᾽ ἂν ἔγωγε πέμψαντας καὶ εἰς Δωδώνην καὶ εἰς Δελφοὺς ἐπερέσθαι τοὺς θεοὺς εἰ λῷον καὶ ἄμεινον εἴη ἂν τῇ πόλει οὕτω κατασκευαζομένῃ καὶ αὐτίκα καὶ εἰς τὸν ἔπειτα χρόνον . [ 3 ] εἰ δὲ ταῦτα συναινοῖεν , τότ᾽ ἂν αὖ φαίην χρῆναι ἐπερωτᾶν τίνας θεῶν προσποιούμενοι ταῦτα κάλλιστα καὶ ἄριστα πράττοιμεν ἄν : οὓς δ᾽ ἀνέλοιεν θεούς , τούτοις εἰκὸς καλλιερήσαντας ἄρχεσθαι τοῦ ἔργου . σὺν γὰρ θεῷ πραττομένων εἰκὸς καὶ τὰς πράξεις προϊέναι ἐπὶ τὸ λῷον καὶ ἄμεινον ἀεὶ τῇ πόλει .

( 46 ) 23% GRC
( 150 ) 77% GRC - ENG

( 234 ) 82% GRC - ENG
( 53 ) 18% ENG