ruth thomas

Iliad

ruth thomas /
Ἑλληνική Transliterate
English
μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος
οὐλομένην , μυρί᾽ Ἀχαιοῖς ἄλγε᾽ ἔθηκε ,
πολλὰς δ᾽ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν
ἡρώων , αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν
5οἰωνοῖσί τε πᾶσι , Διὸς δ᾽ ἐτελείετο βουλή ,
ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε
Ἀτρεΐδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς .
τίς τ᾽ ἄρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι ;
Λητοῦς καὶ Διὸς υἱός : γὰρ βασιλῆϊ χολωθεὶς
10νοῦσον ἀνὰ στρατὸν ὄρσε κακήν , ὀλέκοντο δὲ λαοί ,
οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα
Ἀτρεΐδης : γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν
λυσόμενός τε θύγατρα φέρων τ᾽ ἀπερείσι᾽ ἄποινα ,
στέμματ᾽ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος
15χρυσέῳ ἀνὰ σκήπτρῳ , καὶ λίσσετο πάντας Ἀχαιούς ,
Ἀτρεΐδα δὲ μάλιστα δύω , κοσμήτορε λαῶν :
Ἀτρεΐδαι τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί ,
ὑμῖν μὲν θεοὶ δοῖεν Ὀλύμπια δώματ᾽ ἔχοντες
ἐκπέρσαι Πριάμοιο πόλιν , εὖ δ᾽ οἴκαδ᾽ ἱκέσθαι :
20παῖδα δ᾽ ἐμοὶ λύσαιτε φίλην , τὰ δ᾽ ἄποινα δέχεσθαι ,
ἁζόμενοι Διὸς υἱὸν ἑκηβόλον Ἀπόλλωνα .

( 152 ) 93% GRC
( 11 ) 7% GRC - ENG

( 11 ) 5% GRC - ENG
( 229 ) 95% ENG