Odyssey 5.1-20 Alignment for Greek 2 Midterm BUTLER version

Madeleine H /
  • Created on 2019-04-15 01:02:03
  • Modified on 2019-04-15 01:14:06
  • Aligned by Madeleine H
Ἑλληνική Transliterate
English
Ἠὼς δ᾽ ἐκ λεχέων παρ᾽ ἀγαυοῦ Τιθωνοῖο
ὤρνυθ᾽ , ἵν᾽ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν :
οἱ δὲ θεοὶ θῶκόνδε καθίζανον , ἐν δ᾽ ἄρα τοῖσι
Ζεὺς ὑψιβρεμέτης , οὗ τε κράτος ἐστὶ μέγιστον .
τοῖσι δ᾽ Ἀθηναίη λέγε κήδεα πόλλ᾽ Ὀδυσῆος
μνησαμένη : μέλε γάρ οἱ ἐὼν ἐν δώμασι νύμφης :

Ζεῦ πάτερ ἠδ᾽ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες ,
μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω
σκηπτοῦχος βασιλεύς , μηδὲ φρεσὶν αἴσιμα εἰδώς ,
ἀλλ᾽ αἰεὶ χαλεπός τ᾽ εἴη καὶ αἴσυλα ῥέζοι :
ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιο
λαῶν οἷσιν ἄνασσε , πατὴρ δ᾽ ὣς ἤπιος ἦεν .
ἀλλ᾽ μὲν ἐν νήσῳ κεῖται κρατέρ᾽ ἄλγεα πάσχων
νύμφης ἐν μεγάροισι Καλυψοῦς , μιν ἀνάγκῃ
ἴσχει : δ᾽ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι :
οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι ,
οἵ κέν μιν πέμποιεν ἐπ᾽ εὐρέα νῶτα θαλάσσης .
νῦν αὖ παῖδ᾽ ἀγαπητὸν ἀποκτεῖναι μεμάασιν
οἴκαδε νισόμενον : δ᾽ ἔβη μετὰ πατρὸς ἀκουὴν
ἐς Πύλον ἠγαθέην ἠδ᾽ ἐς Λακεδαίμονα δῖαν .

( 127 ) 73% GRC
( 46 ) 27% GRC - ENG

( 66 ) 28% GRC - ENG
( 170 ) 72% ENG