Herodotus 1.35

Ian Bardwell /
  • Created on 2018-03-20 17:32:38
  • Modified on 2018-04-16 20:33:28
  • Translated by Godley
  • Aligned by Ian Bardwell
Ἑλληνική Transliterate
English
Ἔχοντος δέ οἱ ἐν χερσὶ τοῦ παιδὸς τὸν γάμον ἀπικνέεται ἐς τὰς Σάρδις ἀνὴρ συμφορῇ ἐχόμενος καὶ οὐ καθαρὸς χεῖρας , ἐὼν Φρὺξ μὲν γενεῇ , γένεος δὲ τοῦ βασιληίου . Παρελθὼν δὲ οὗτος ἐς τὰ Κροίσου οἰκία κατὰ νόμους τοὺς ἐπιχωρίους καθαρσίου ἐδέετο κυρῆσαι , Κροῖσος δέ μιν ἐκάθηρε . Ἔστι δὲ παραπλησίη κάθαρσις τοῖσι Λυδοῖσι καὶ τοῖσι Ἕλλησι . Ἐπείτε δὲ τὰ νομιζόμενα ἐποίησε Κροῖσος , ἐπυνθάνετο ὁκόθεν τε καὶ τίς εἴη , λέγων τάδε · " Ὤνθρωπε , τίς τε ἐὼν καὶ κόθεν τῆς Φρυγίης ἥκων ἐπίστιός μοι ἐγένεο ; Τίνα τε ἀνδρῶν γυναικῶν ἐφόνευσας ; " δὲ ἀμείβετο · " βασιλεῦ , Γορδίεω μὲν τοῦ Μίδεω εἰμὶ παῖς , ὀνομάζομαι δὲ Ἄδρηστος , φονεύσας δὲ ἀδελφεὸν ἐμεωυτοῦ ἀέκων πάρειμι ἐξεληλαμένος τε ὑπὸ τοῦ πατρὸς καὶ ἐστερημένος πάντων . " Κροῖσος δέ μιν ἀμείβετο τοῖσδε · " Ἀνδρῶν τε φίλων τυγχάνεις ἔκγονος ἐὼν καὶ ἐλήλυθας ἐς φίλους , ἔνθα ἀμηχανήσεις χρήματος οὐδενὸς μένων ἐν ἡμετέρου συμφορήν τε ταύτην ὡς κουφότατα φέρων κερδανέεις πλεῖστον . "

( 74 ) 43% GRC
( 99 ) 57% GRC - ENG

( 148 ) 53% GRC - ENG
( 131 ) 47% ENG