Herodotus 2.35

Sisk, Mercedes A. /
English as translated by David Grene in Herodotus The History
Ἑλληνική Transliterate
English
Νείλου μέν νυν πέρι τοσαῦτα εἰρήσθω : ἔρχομαι δὲ περὶ Αἰγύπτου μηκυνέων τὸν λόγον , ὅτι πλεῖστα θωμάσια ἔχει ἄλλη πᾶσα χώρη καὶ ἔργα λόγου μέζω παρέχεται πρὸς πᾶσαν χώρην τούτων εἵνεκα πλέω περὶ αὐτῆς εἰρήσεται . Αἰγύπτιοι ἅμα τῷ οὐρανῷ τῷ κατὰ σφέας ἐόντι ἑτεροίῳ καὶ τῷ ποταμῷ φύσιν ἀλλοίην παρεχομένῳ οἱ ἄλλοι ποταμοί , τὰ πολλὰ πάντα ἔμπαλιν τοῖσι ἄλλοισι ἀνθρώποισι ἐστήσαντο ἤθεά τε καὶ νόμους : ἐν τοῖσι αἱ μὲν γυναῖκες ἀγοράζουσι καὶ καπηλεύουσι , οἱ δὲ ἄνδρες κατ᾽ οἴκους ἐόντες ὑφαίνουσι : ὑφαίνουσι δὲ οἱ μὲν ἄλλοι ἄνω τὴν κρόκην ὠθέοντες , Αἰγύπτιοι δὲ κάτω . τὰ ἄχθεα οἱ μὲν ἄνδρες ἐπὶ τῶν κεφαλέων φορέουσι , αἱ δὲ γυναῖκες ἐπὶ τῶν ὤμων . οὐρέουσι αἱ μὲν γυναῖκες ὀρθαί , οἱ δὲ ἄνδρες κατήμενοι . εὐμαρείῃ χρέωνται ἐν τοῖσι οἴκοισι , ἐσθίουσι δὲ ἔξω ἐν τῇσι ὁδοῖσι ἐπιλέγοντες ὡς τὰ μὲν αἰσχρὰ ἀναγκαῖα δὲ ἐν ἀποκρύφῳ ἐστὶ ποιέειν χρεόν , τὰ δὲ μὴ αἰσχρὰ ἀναφανδόν . ἱρᾶται γυνὴ μὲν οὐδεμία οὔτε ἔρσενος θεοῦ οὔτε θηλέης , ἄνδρες δὲ πάντων τε καὶ πασέων . τρέφειν τοὺς τοκέας τοῖσι μὲν παισὶ οὐδεμία ἀνάγκη μὴ βουλομένοισι , τῇσι δὲ θυγατράσι πᾶσα ἀνάγκη καὶ μὴ βουλομένῃσι .

( 52 ) 26% GRC
( 147 ) 74% GRC - ENG

( 177 ) 61% GRC - ENG
( 114 ) 39% ENG