Ἑλληνική | Akkadian

# Texts: 1
# Translation Pairs:
# Unique Translation Pairs: 0
Users:

.

Alexis Barselau /
  • Created on 2019-04-26 00:02:56
  • Modified on 2019-04-26 00:03:11
  • Aligned by Alexis Barselau
Ἑλληνική Transliterate
Akkadian
ῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος
οὐλομένην , μυρίʼ Ἀχαιοῖς ἄλγεʼ ἔθηκε ,
πολλὰς δʼ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν
ἡρώων , αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν
οἰωνοῖσί τε πᾶσι , Διὸς δʼ ἐτελείετο βουλή ,
ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε
Ἀτρεΐδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς .
τίς τʼ ἄρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι ;
Λητοῦς καὶ Διὸς υἱός · γὰρ βασιλῆϊ χολωθεὶς
νοῦσον ἀνὰ στρατὸν ὄρσε κακήν , ὀλέκοντο δὲ λαοί ,
οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα
Ἀτρεΐδης · γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν
λυσόμενός τε θύγατρα φέρων τʼ ἀπερείσιʼ ἄποινα ,
στέμματʼ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος
χρυσέῳ ἀνὰ σκήπτρῳ , καὶ λίσσετο πάντας Ἀχαιούς ,
Ἀτρεΐδα δὲ μάλιστα δύω , κοσμήτορε λαῶν ·
Ἀτρεΐδαι τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί ,
ὑμῖν μὲν θεοὶ δοῖεν Ὀλύμπια δώματʼ ἔχοντες
ἐκπέρσαι Πριάμοιο πόλιν , εὖ δʼ οἴκαδʼ ἱκέσθαι ·
παῖδα δʼ ἐμοὶ λύσαιτε φίλην , τὰ δʼ ἄποινα δέχεσθαι ,

( 157 ) 100% GRC
( 0 ) 0% GRC - AKK

( 0 ) NAN% GRC - AKK
( 0 ) NAN% AKK